Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.97 Dem. 24.100 (English) >>Dem. 24.104

24.99τὰς δʼ ὀκτὼ τί ποιήσομεν; εἰπέ, Τιμόκρατες· οὐ σύνιμεν καὶ βουλευσόμεθʼ ἄν τι δέῃ; εἶτʼ ἔτι δημοκρατησόμεθα; οὐ δικάσει τὰ δικαστήρια τά τʼ ἴδια καὶ τὰ δημόσια; καὶ τίς ὑπάρξει τοῖς ἀδικουμένοις ἀσφάλεια; οὐκ εἴσεισιν βουλὴ καὶ διοικήσει τὰ ἐκ τῶν νόμων; καὶ τί λοιπὸν ἔσθʼ ἡμῖν ἀλλʼ καταλελύσθαι; ἀλλὰ νὴ Δίʼ ἀμισθεὶ ταῦτα ποιήσομεν. καὶ πῶς οὐ δεινόν, εἰ διὰ τὸν νόμον, ὃν σὺ τέθηκας μισθὸν λαβών, ἄμισθος δῆμος καὶ βουλὴ καὶ τὰ δικαστήριʼ ἔσται; 24.100χρῆν γὰρ τοῦτό γέ σʼ, Τιμόκρατες, προσγράψαι τῷ νόμῳ, οὗπερ ἐποίεις κατὰ τῶν τελωνῶν καὶ τῶν ἐγγυητῶν τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους, “καὶ εἰ κατά τινων ἐν ἄλλῳ τινὶ νόμῳ ψηφίσματι τὰς αὐτὰς εἴρηται πράξεις ὧν ὀφείλουσιν εἶναι ἃς περὶ τῶν τελωνῶν, καὶ κατὰ τούτων εἶναι τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους.” 24.101νῦν δὲ κύκλῳ φεύγων τοὺς νόμους τοὺς τελωνικούς, ὅτι τὸ ψήφισμα τὸ Εὐκτήμονος εἴρηκε πράττειν τοὺς ὠφληκότας κατὰ τούτους τοὺς νόμους, διὰ ταῦτʼ οὐ προσέγραψε τοῦτο. ἐκ δὲ τούτου τοῦ τρόπου τὴν μὲν ὑπάρχουσαν τιμωρίαν λύσας κατὰ τῶν τὰ τῆς πόλεως ἐχόντων, ἑτέραν δʼ οὐ γράψας πάντα τὰ πράγματʼ ἀναιρεῖ, δῆμον, ἱππέας, βουλήν, ἱερά, ὅσια· ἀνθʼ ὧν, ἄνπερ ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, σωφρονῆτε, κολασθεὶς καὶ δοὺς ἀξίαν δίκην τοῖς ἄλλοις παράδειγμα γενήσεται μὴ τιθέναι τοιούτους νόμους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.97 Dem. 24.100 (English) >>Dem. 24.104

Powered by PhiloLogic